Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.96 Joseph. AJ 8.101 (English) >>Joseph. AJ 8.105

8.99

Τὰ μὲν οὖν ἔργα ταῦτα καὶ τὰ μεγέθη καὶ κάλλη τῶν τε οἰκοδομημάτων καὶ τῶν εἰς τὸν ναὸν ἀναθημάτων Σολόμων βασιλεὺς ἐν ἔτεσιν ἑπτὰ συντελέσας καὶ πλούτου καὶ προθυμίας ἐπίδειξιν ποιησάμενος, ὡς ἄν τις ἰδὼν ἐνόμισεν ὡς ἐν τῷ παντὶ κατασκευασθῆναι χρόνῳ ταῦτα ἐν οὕτως ὀλίγῳ πρὸς τὸ μέγεθος συγκρινόμενα τοῦ ναοῦ συμπερασθῆναι, γράψας τοῖς ἡγεμόσι καὶ τοῖς πρεσβυτέροις τῶν Ἑβραίων ἐκέλευσεν ἅπαντα τὸν λαὸν συναγαγεῖν εἰς Ἱεροσόλυμα ὀψόμενόν τε τὸν ναὸν καὶ μετακομιοῦντα τὴν τοῦ θεοῦ κιβωτὸν εἰς αὐτόν. 8.100καὶ περιαγγελθείσης τῆς εἰς τὰ Ἱεροσόλυμα πᾶσιν ἀφίξεως ἑβδόμῳ μηνὶ μόλις συνίασιν, ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀθύρει, ὑπὸ δὲ τῶν Μακεδόνων Ὑπερβερεταίῳ λεγομένῳ. συνέδραμε δʼ εἰς τὸν αὐτὸν χρόνον καὶ τῆς σκηνοπηγίας καιρὸς ἑορτῆς σφόδρα παρὰ τοῖς Ἑβραίοις ἁγιωτάτης καὶ μεγίστης. 8.101βαστάσαντες οὖν τὴν κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε βασιλεὺς καὶ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἄπειρόν τι θυμιαμάτων πλῆθος, 8.102ὡς ἅπαντα τὸν πέριξ ἀέρα πεπληρωμένον καὶ τοῖς πορρωτάτω τυγχάνουσιν ἡδὺν ἀπαντᾶν καὶ γνωρίζειν ἐπιδημίαν θεοῦ καὶ κατοικισμὸν κατʼ ἀνθρωπίνην δόξαν εἰς νεοδόμητον αὐτῷ καὶ καθιερωμένον χωρίον· καὶ γὰρ οὐδʼ ὑμνοῦντες οὐδὲ χορεύοντες ἕως οὗ πρὸς τὸν ναὸν ἦλθον ἔκαμον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.96 Joseph. AJ 8.101 (English) >>Joseph. AJ 8.105

Powered by PhiloLogic